Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.274 Joseph. AJ 16.279 (English) >>Joseph. AJ 16.284

16.277ἐντεῦθεν ἐκεῖνοι καὶ μᾶλλον πρὸς ὀργὰς ὧν ἐπεπόνθεισαν ὄντος αὐτοῖς καὶ νόμου πάντα τρόπον ἐπεξιέναι τοὺς τῶν οἰκείων φονεῖς ἀνυποτιμήτως τὴν Ἡρώδου πᾶσαν ἄγοντες καὶ φέροντες διετέλουν. ἐκεῖνος δὲ διελέγετο περὶ τούτων τοῖς Καίσαρος ἡγεμόσιν Σατορνίνῳ τε καὶ Οὐολομνίῳ ἐπὶ κολάσει τοὺς λῃστὰς ἐξαιτούμενος. 16.278ὅθεν ἔτι καὶ μᾶλλον ἰσχυρῶς ἐχόντων πλείους μὲν ἐγίνοντο, πάντα δὲ ἐτάραττον ἐπʼ ἀναστάσει τῆς Ἡρώδου βασιλείας χωρία καὶ κώμας πορθοῦντες καὶ τοὺς λαμβανομένους τῶν ἀνθρώπων ἀπέσφαττον, ὡς εἶναι πολέμῳ τὴν ἀδικίαν ἐοικυῖαν· ἐγεγόνεισαν γὰρ ἤδη περὶ χιλίους. 16.279ἐφʼ οἷς ἀχθόμενος Ἡρώδης τούς τε λῃστὰς ἐξῄτει καὶ χρέος διὰ Συλλαίου δανείσας ἔτυχεν Ὀβάδᾳ τάλαντα ἑξήκοντα, παρηκούσης αὐτῷ τῆς προθεσμίας ἀπολαβεῖν ἠξίου. 16.280Σύλλαιος δὲ τὸν μὲν Ὀβάδαν παρεωσμένος αὐτὸς δὲ ἅπαντα διοικῶν τούς τε λῃστὰς ἔξαρνος ἦν μὴ κατὰ τὴν Ἀραβίαν εἶναι καὶ περὶ τῶν χρημάτων ἀνεβάλλετο, περὶ ὧν ἐπί τε Σατορνίνου καὶ Οὐολομνίου τῶν Συρίας ἐπιστατούντων ἐγίνοντο λόγοι. 16.281τέλος δὲ συνέθεντο διʼ ἐκείνων ἐντὸς ἡμερῶν τριάκοντα τά τε χρήματα τὸν Ἡρώδην ἀπολαβεῖν καὶ τοὺς ἀλλήλων ἐν ἑκατέρᾳ τῇ βασιλείᾳ καὶ παρὰ μὲν Ἡρώδῃ τῶν Ἀράβων οὐδεὶς εὑρέθη τὸ σύνολον οὔτε ἐπʼ ἀδικίας οὔτε κατʼ ἄλλον τρόπον, οἱ δʼ Ἄραβες ἠλέγχοντο τοὺς λῃστὰς παρʼ αὐτοῖς ἔχειν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.274 Joseph. AJ 16.279 (English) >>Joseph. AJ 16.284

Powered by PhiloLogic